Πγνή Παρθένε

Tradução


Orthodox

Compositor: Nectário de Egina

Aα. Ἁγνὴ Παρθένε Δέσποινα
ἄχραντε Θεοτόκε
Χαῖρε νύμφη ἀνύμφευτε

Aβ. Παρθὲνε μὴτηρ ἄνασσα
πανένδροσέ τε πόκε
ἄχραντε Θεοτόκε
Χαῖρε νύμφη ἀνύμφευτε

Bα. Ὑψηλοτέρα οὐρανῶν
ἀκτίνων λαμπροτέρα
ἄχραντε Θεοτόκε
Χαῖρε νύμφη ἀνύμφευτε

Bβ. Χαρὰ παρθενικῶν χορῶν
ἀγγέλων ὑπερτέρα
ἄχραντε Θεοτόκε
Χαῖρε νύμφη ἀνύμφευτε

Cα. Ἐκλαμπροτέρα οὐρανῶν
φωτὸς καθαρωτέρα

Cβ. Τῶν οὐρανίων στρατιῶν
πασῶν ἁγιωτέρα

Aα Μαρία ἀειπάρθενε
κόσμου παντὸς Κυρία

Aβ. Ἄχραντε νύμφη πάναγνε
Δέσποινα Παναγία

Bα. Μαρία νύμφη ἄνασσα
χαρᾶς ἡμῶν αἰτία

Bβ. Κόρη σεμνή, Βασίλισσα
Μήτηρ ὑπεραγία

Cα. Τιμιωτέρα Χερουβίμ
ὑπερενδοξοτέρ

Cβ. Τῶν ἀσωμάτων Σεραφίμ
τῶν θρόνων ὑπερτέρα

Aα. Χαῖρε τὸ ᾆσμα Χερουβίμ
χαῖρε ὕμνος ἀγγέλων

Aβ. Χαῖρε ᾠδὴ τῶν Σεραφίμ
χαρὰ τῶν ἀρχαγγέλων

Bα. Χαῖρε εἰρήνη καὶ χαρά
λιμὴν τῆς σωτηρίας

Bβ. Παστὰς τοῦ Λόγου ἱερά
ἄνθος τῆς ἀφθαρσίας

Cα. Χαῖρε παράδεισε τρυφῆς
ζωῆς τε αἰωνίας

Cβ. Χαῖρε τὸ ξύλον τῆς ζωῆς
πηγὴ ἀθανασίας

Aα. Σὲ ἱκετεύω Δέσποινα
σὲ νῦν ἐπικαλοῦμαι

Aβ. Σὲ δυσωπῶ Παντάνασσα
σὴν χάριν ἐξαιτοῦμαι

Bα. Κόρη σεμνὴ καὶ ἄσπιλε
Δέσποινα Παναγία

Bβ. Θερμῶς ἐπικαλοῦμαί σε
ναὲ ἡγιασμένε

Cα. Ἀντιλαβοῦ μου
ρῦσαί με ἀπὸ τοῦ πολεμίου

Cβ. Καὶ κληρονόμον δεῖξόν με
ζωῆς τῆς αἰωνίου

©2003- 2024 lyrics.com.br · Aviso Legal · Política de Privacidade · Fale Conosco desenvolvido por Studio Sol Comunicação Digital